Ancient Greek · ~3 min
1.8.9 to 1.8.11
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.8.9-11
Not analysed yet
Μή, πρὸς θεῶν, Χαρίκλεις, μήπω μοι δοῦλος γένῃ, μηδὲ τὸ ἄνθος πρὸ καιροῦ τῆς ἥβης ἀπολέσῃς. Πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοῦτ’ ἔστι τοῦ γάμου τὸ ἀτύχημα· μαραίνει τὴν ἀκμήν. Μή, δέομαι, Χαρίκλεις, μήπω μοι μαρανθῇς· μὴ παραδῷς εὔμορφον τρυγῆσαι ῥόδον ἀμόρφῳ γεωργῷ.” Καὶ ὁ Χαρικλῆς “ταῦτα μὲν” ἔφη “θεοῖς κἀμοὶ μελήσει· καὶ γὰρ εἰς τὴν προθεσμίαν τῶν γάμων χρόνος ἐστὶν ἡμερῶν, πολλὰ δ’ ἂν γένοιτο κἀν νυκτὶ μιᾷ. Τὸ δὲ νῦν ἔχον ἐφ’ ἱππασίαν ἄπειμι. Ἐξὅτου γάρ μοι τὸν ἵππον ἐχαρίσω τὸν καλόν, οὔπω σου τῶν δώρων ἀπέλαυσα. Ἐπικουφιεῖ δέ μοι τὸ γυμνάσιον τῆς ψυχῆς τὸ λυπούμενον.” Ὁ μὲν οὖν ἀπῄει τὴν τελευταίαν ὁδόν, ὕστατα καὶ πρῶτα μελλήσων ἱππάζεσθαι.