Ancient Greek · ~3 min
Book 2, Chapter 12
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.12
Not analysed yet
Ἔθυεν οὖν τότε ὁ πατὴρ προτέλεια τῶν γάμων. Ὡς δὲ ἤκουσα, ἀπωλώλειν καὶ ἐζήτουν μηχανήν, δι’ ἧς ἀναβαλέσθαι δυναίμην τὸν γάμον. Σκοποῦντος δέ μου θόρυβος ἐξαίφνης γίνεται κατὰ τὸν ἀνδρῶνα· ἐγεγόνει δέ τι τοιοῦτον. Ἐπειδὴ θυσάμενος ὁ πατὴρ ἔτυχε καὶ τὰ θύματα ἐπέκειτο τοῖς βωμοῖς, ἀετὸς ἄνωθεν καταπτὰς ἁρπάζει τὸ ἱερεῖον· σοβούντων δὲ πλέον οὐδὲν ἦν, ὁ γὰρ ὄρνις ᾤχετο φέρων τὴν ἄγραν. Ἐδόκει τοίνυν οὐκ ἀγαθὸν εἶναι. Καὶ δὴ ἐπέσχον ἐκείνην τὴν ἡμέραν τοὺς γάμους· καλεσάμενος δὲ μάντεις ὁ πατὴρ καὶ τερατοσκόπους τὸν οἰωνὸν διηγεῖται. Οἱ δὲ ἔφασαν δεῖν καλλιερῆσαι Ξενίῳ Διὶ νυκτὸς μεσούσης ἐπὶ θάλασσαν ἥκοντας· ὁ γὰρ ὄρνις ἔτυχεν ἱπτάμενος ἐκεῖ. Ἐγὼ δὲ ταῦτα ὡς ἐγένετο τὸν ἀετὸν ὑπερεπῄνουν καὶ δικαίως ἔλεγον ἁπάντων ὀρνίθων εἶναι βασιλέα· οὐκ εἰς μακρὰν δὲ ἀπέβη τοῦ τέρατος τὸ ἔργον.