# τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.14.1

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, Book 2, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/achilles-tatius/text/2.14.1

Ἐν τούτῳ δὲ τοῦ πολέμου περιστάντος καὶ τῆς παιδὸς εἰς ἡμᾶς ὑπεκκειμένης μεμαθήκει μὲν ἕκαστα τούτων, οὐδὲν δὲ ἧττον τῆς ἐπιβουλῆς εἴχετο· καὶ τοιοῦτό τι αὐτῷ συνήργησε. Χρησμὸν ἴσχουσιν οἱ Βυζάντιοι τοιόνδε Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα, ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ’ ἠπείροιο φέρουσα. ἔνθ’ Ἥφαιστος ἔχων χαίρει γλαυκῶπιν Ἀθήνην κεῖθι θυηπολίην σε φέρειν κέλομαι Ἡρακλεῖ.

---

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0532.tlg001.local001/.
