Ancient Greek · ~3 min
Book 2, Chapter 20
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.20
Not analysed yet
Ἦν δέ τις αὐτῶν οἰκέτης πολυπράγμων καὶ λάλος καὶ λίχνος καὶ πᾶν ὅ τι ἂν εἴποι τις, ὄνομα Κώνωψ. Οὗτός μοι ἐδόκει πόρρωθεν ἐπιτηρεῖν τὰ πραττόμενα ἡμῖν· μάλιστα δ᾽, ὅπερ ἦν, ὑποπτεύσας μή τι νύκτωρ ἡμῖν πραχθῇ, διενυκτέρευε μέχρι πόρρω τῆς ἑσπέρας, ἀναπετάσας τοῦ δωματίου τὰς θύρας, ὥστε ἔργον ἦν αὐτὸν λαθεῖν. Ὁ οὖν Σάτυρος βουλόμενος αὐτὸν εἰς φιλίαν ἀγαγεῖν, προσέπαιζε πολλάκις καὶ κώνωπα ἐκάλει καὶ ἔσκωπτε τοὔνομα σὺν γέλωτι. Καὶ οὗτος εἰδὼς τοῦ Σατύρου τὴν τέχνην προσεποιεῖτο μὲν ἀντιπαίζειν καὶ αὐτός, ἐνετίθει δὲ τῇ παιδιᾷ τῆς γνώμης τὸ ἄσπονδον. Λέγει δὴ πρὸς αὐτὸν “ἐπειδὴ καταμωκᾷ μου καὶ τοὔνομα, φέρε σοι μῦθον ἀπὸ κώνωπος εἴπω.”