Ancient Greek · ~2 min
Book 2, Chapter 25
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.25
Not analysed yet
Ἐθάρρησεν οὖν ἡ παρθένος, ὡς ἂν ἐμοῦ διαπεφευγότος, καὶ λέγει “μὴ λοιδόρει μου, μῆτερ, τὴν παρθενίαν· οὐδὲν ἔργον μοι πέπρακται τοιούτων ῥημάτων ,οὐδὲ οἶδα τοῦτον ὅστις ἦν, εἴτε δαίμων εἴτε ἥρως εἴτε λῃστής. Ἐκείμην δὲ πεφοβημένη, μηδ’ ἀνακραγεῖν διὰ τὸν φόβον δυναμένη· φόβος γὰρ γλώττης ἐστὶ δεσμός. Ἓν οἶδα μόνον, οὐδείς μου τὴν παρθενίαν κατῄσχυνε.” Καταπεσοῦσα οὖν ἡ Πάνθεια πάλιν ἔστενεν, ἡμεῖς δὲ ἐσκοποῦμεν καθ’ ἑαυτοὺς γενόμενοι τί ποιητέον εἴη, καὶ ἐδόκει κράτιστον εἶναι φεύγειν, πρὶν ἕως γένηται καὶ τὸ πᾶν ἡ Κλειὼ βασανιζομένη κατείπῃ.