Ancient Greek · ~2 min
2.3.1 to 2.3.2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.3.1-2
Not analysed yet
Φιλοτιμούμενος οὖν ὁ πατὴρ τά τ’ ἄλλα παρασκευάσας ἐς τὸ δεῖπνον ἔτυχε πολυτελέστατα καὶ κρατῆρα παρέθηκε τὸν ἱερὸν τοῦ θεοῦ, μετὰ τὸν Γλαύκου τοῦ Χίου δεύτερον. Ὑάλου μὲν τὸ πᾶν ἔργον ὀρωρυγμένης· κύκλῳ δὲ αὐτὸν ἄμπελοι περιέστεφον ἀπ’ αὐτοῦ τοῦ κρατῆρος πεφυτευμέναι· οἱ δὲ βότρυες πάντη περικρεμάμενοι· ὄμφαξ μὲν αὐτῶν ἕκαστος ὅσον ἦν κενὸς ὁ κρατήρ· ἐὰν δὲ ἐγχέῃς οἶνον, κατὰ μικρὸν ὁ βότρυς ὑποπερκάζεται καὶ σταφυλὴν τὴν ὄμφακα ποιεῖ· Διόνυσός τε ἐντετύπωται τῶν βοτρύων, ἵνα τὴν ἄμπελον γεωργῇ.