Ancient Greek · ~2 min
Book 2, Chapter 30
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.30
Not analysed yet
Ἐν τούτῳ δὲ ἔτυχον πέμψας τὸν Σάτυρον πρὸς τὴν κόρην ἀποπειρασόμενον τῆς φυγῆς. Ἡ δὲ πρὶν ἀκοῦσαι πρὸς τὸν Σάτυρον “δέομαι” ἔφη “πρὸς θεῶν ξένων καὶ ἐγχωρίων, ἐξαρπάσατέ με τῶν τῆς μητρὸς ὀφθαλμῶν, ὅπη βούλεσθε· εἰ δέ με ἀπελθόντες καταλίποιτε, βρόχον πλεξαμένη τὴν ψυχήν μου οὕτως ἀφήσω.” Ἐγὼ δὲ ὡς ταῦτα ἤκουσα, τὸ πολὺ τῆς φροντίδος ἀπερριψάμην. Δύο δὲ ἡμέρας διαλιπόντες, ὅτε καὶ ἀποδημῶν ἔτυχεν ὁ πατήρ, παρεσκευαζόμεθα πρὸς τὴν φυγήν.