Ancient Greek · ~4 min
Book 2, Chapter 35
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.35
Not analysed yet
Ὁρῶν οὖν ἐγὼ τὸν Μενέλαον κατηφῆ πάνυ τῶν ἑαυτοῦ μεμνημένον, τὸν δὲ Κλεινίαν ὑποδακρύοντα μνήμῃ Χαρικλέους, βουλόμενος αὐτοὺς τῆς λύπης ἀπαγαγεῖν, ἐμβάλλω λόγον ἐρωτικῆς ἐχόμενον ψυχαγωγίας· καὶ γὰρ οὐδὲ ἡ Λευκίππη παρῆν, ἀλλ’ ἐν μυχῷ ἐκάθευδε τῆς νεώς. Λέγω δὴ πρὸς αὐτοὺς ὑπομειδιῶν “ὡς παρὰ πολὺ κρατεῖ μου Κλεινίας· ἐβούλετο γὰρ λέγειν κατὰ γυναικῶν, ὥσπερ εἰώθει. Ῥᾷον δ’ ἂν εἴποι νῦν ἤτοι ὡς κοινωνὸν ἔρωτος εὑρών. Οὐκ οἶδα γὰρ πῶς ἐπιχωριάζει νῦν ὁ εἰς τοὺς ἄρρενας ἔρως.” ʽΟὐ γὰρ πολὺ ἄμεινον’ ὁ Μενέλαος ἔφη “τοῦτο ἐκείνου; καὶ γὰρ ἁπλούστεροι παῖδες γυναικῶν, καὶ τὸ κάλλος αὐτοῖς δριμύτερον εἰς ἡδονήν.” “Πῶς δριμύτερον” ἔφην “εἴγε παρακῦψαν μόνον οἴχεται καὶ οὐκ ἀπολαῦσαι δίδωσι τῷ φιλοῦντι, ἀλλ’ ἔοικε τῷ τοῦ Ταντάλου πώματι; πολλάκις γὰρ ἐν ᾧ πίνεται πέφευγε, καὶ ἀπῆλθεν ὁ ἐραστὴς οὐχ εὑρὼν πιεῖν· τὸ δὲ ἔτι πινόμενον ἁρπάζεται πρὶν ὁ πίνων κορεσθῇ, καὶ οὐκ ἔστιν ἀπὸ παιδὸς ἀπελθεῖν ἐραστὴν ἄλυπον ἔχοντα τὴν ἡδονήν· καταλείπει γὰρ ἔτι διψῶντα.”