Ancient Greek · ~2 min
Book 2, Chapter 36
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.36.4
Not analysed yet
Οὐδεμία δὲ ἀνέβη ποτὲ εἰς οὐρανὸν διὰ κάλλος γυνή. Καὶ γὰρ γυναιξὶ κεκοινώνηκεν ὁ Ζεύς. Ἀλλ’ Ἀλκμήνην μὲν ἔχει πένθος καὶ φυγή, Δανάην δὲ λάρναξ καὶ θάλασσα, Σεμέλη δὲ πυρὸς γέγονε τροφή· ἂν δὲ μειρακίου Φρυγὸς ἐρασθῇ, τὸν οὐρανὸν αὐτῷ δίδωσιν, ἵνα καὶ συνοικῇ καὶ οἰνοχόον ἔχῃ τοῦ νέκταρος· ἡ δὲ πρότερον διάκονος τῆς τιμῆς ἐξέωσται· ἦν γάρ, οἶμαι, γυνή.”