Ancient Greek · ~3 min
2.37.8 to 2.37.10
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.37.8-10
Not analysed yet
Ἐν δὲ τῇ τῆς Ἀφροδίτης ἀκμῇ οἰστρεῖ μὲν ὑφ’ ἡδονῆς, περικέχηνε δὲ φιλοῦσα καὶ μαίνεται· αἱ δὲ γλῶτται τοῦτον τὸν χρόνον φοιτῶσιν ἀλλήλαις εἰς ὁμιλίαν καὶ ὡς δύνανται βιάζονται κἀκεῖναι φιλεῖν· σὺ δὲ μείζονα ποιεῖς τὴν ἡδονὴν ἀνοίγων τὰ φιλήματα. Πρὸς δὲ τὸ τέρμα τῆς Ἀφροδίτης ἡ γυνὴ γινομένη πέφυκεν ἀσθμαίνειν ὑπὸ καυματώδους ἡδονῆς, τὸ δὲ ἄσθμα σὺν πνεύματι ἐρωτικῷ μέχρι τῶν τοῦ στόματος χειλέων ἀναθορὸν συντυγχάνει πλανωμένῳ τῷ φιλήματι καὶ ζητοῦντι καταβῆναι κάτω· ἀναστρέφον δὲ σὺν τῷ ἄσθματι τὸ φίλημα καὶ μιχθὲν ἕπεται καὶ βάλλει τὴν καρδίαν· ἡ δὲ ταραχθεῖσα τῷ φιλήματι πάλλεται. Εἰ δὲ μὴ τοῖς σπλάγχνοις ἦν δεδεμένη, ἠκολούθησεν ἂν ἑλκυσθεῖσα ἄνω τοῖς φιλήμασι. Παίδων δὲ φιλήματα μὲν ἀπαίδευτα, περιπλοκαὶ δ’ ἀμαθεῖς, Ἀφροδίτη δὲ ἀργή, ἡδονῆς δ’ οὐδέν.”