Ancient Greek · ~2 min
Book 2, Chapter 38
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.38.5
Not analysed yet
Τὰ δὲ φιλήματα σοφίαν μὲν οὐκ ἔχει γυναικείαν οὐδὲ μαγγανεύει τοῖς χείλεσιν σινάμωρον ἀπάτην, ὡς δὲ οἶδε φιλεῖ, καὶ οὐκ ἔστι τέχνης ἀλλὰ φύσεως τὰ φιλήματα. Αὕτη δὲ παιδὸς φιλήματος εἰκών· εἰ νέκταρ ἐπήγνυτο καὶ χεῖλος ἐγίνετο, τοιαῦτα ἂν ἔσχες τὰ φιλήματα. Φιλῶν δὲ οὐκ ἂν ἔχοις κόρον, ἀλλ’ ὅσον ἐμφορῇ, διψῇς ἔτι φιλεῖν, καὶ οὐκ ἂν ἀποσπάσειας τὸ στόμα, μέχρις ἂν ὑφ’ ἡδονῆς ἐκφύγῃς τὰ φιλήματα.”