Ancient Greek · ~5 min
Book 2, Chapter 4
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 2.4
Not analysed yet
Κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶ συμπράττειν ἠξίουν· ὁ δὲ ἔλεγε καὶ αὐτὸς μὲν ἐγνωκέναι, πρὶν παρ’ ἐμοῦ μαθεῖν, ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον λαθεῖν. Ὁ γὰρ μετὰ κλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ πρός τινος, ὡς ὀνειδίζοντα τὸν ἐλέγξαντα μισεῖ. “Ἤδη δὲ” ἔφη “καὶ τὸ αὐτόματον ἡμῶν προὐνόησεν. Ἡ γὰρ τὸν θάλαμον αὐτῆς πεπιστευμένη Κλειὼ κεκοινώνηκέ μοι καὶ ἔχει πρός με ὡς ἐραστήν. Ταύτην παρασκευάσω κατὰ μικρὸν πρὸς ἡμᾶς οὕτως ἔχειν, ὡς καὶ συναίρεσθαι πρὸς τὸ ἔργον. Δεῖ δέ σε τὴν κόρην μὴ μέχρι τῶν ὀμμάτων πειρᾶν, ἀλλὰ καὶ ῥῆμα δριμύτερον εἰπεῖν. Τότε δὲ πρόσαγε τὴν δευτέραν μηχανήν. Θίγε χειρός, θλῖψον δάκτυλον, θλίβων στέναξον. Ἢν δὲ ταῦτά σου ποιοῦντος καρτερῇ καὶ προσίηται, σὸν ἔργον ἤδη δέσποινάν τε καλεῖν καὶ φιλῆσαι τράχηλον.” “Πιθανῶς μὲν” ἔφην “νὴ τὴν Ἀθηνᾶν, ἐς τὸ ἔργον παιδοτριβεῖς· δέδοικα δὲ μὴ ἄτολμος καὶ δειλὸς ἔρωτος ἀθλητὴς γένωμαι.” “Ἔρως, ὦ γενναῖε” ἔφη “δειλίας οὐκ ἀνέχεται. Ὁρᾷς αὐτοῦ τὸ σχῆμα ὥς ἐστι στρατιωτικόν; τόξα καὶ φαρέτρα καὶ βέλη καὶ πῦρ, ἀνδρεῖα πάντα καὶ τόλμης γέμοντα. Τοιοῦτον οὖν ἐν σεαυτῷ θεὸν ἔχων δειλὸς εἶ καὶ φοβῇ; Ὅρα μὴ καταψεύσῃ τοῦ θεοῦ. Ἀρχὴν δέ σοι ἐγὼ παρέξω. Τὴν Κλειὼ γὰρ ἀπάξω μάλιστα ὅταν ἐπιτήδειον ἴδω καιρὸν τοῦ σε τῇ παρθένῳ δύνασθαι συνεῖναι μόνῃ.”