# τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.16.4-5

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, 3.16.4 to 3.16.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/achilles-tatius/text/3.16.4

Καὶ τὸ μὲν σῶμα ταύτῃ κατατέθειται, τὰ δὲ σπλάγχνα ποῦ; Εἰ μὲν δεδαπανήκει τὸ πῦρ, ἥττων ἡ συμφορά· νῦν δὲ ἡ τῶν σπλάγχνων σου ταφὴ λῃστῶν γέγονε τροφή. Ὢ πονηρᾶς ἐπὶ βωμοῦ δᾳδουχίας· ὦ τροφῶν καινὰ μυστήρια. Καὶ ἐπὶ τοιούτοις θύμασιν ἔβλεπον ἄνωθεν οἱ θεοὶ καὶ οὐκ ἐσβέσθη τὸ πῦρ, ἀλλὰ μιαινόμενον ἠνείχετο καὶ ἀνέφερε τοῖς θεοῖς τὴν κνίσσαν; Λάβε οὖν, Λευκίππη, τὰς πρεπούσας σοι παρ’ ἐμοῦ χοάς.”

---

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0532.tlg001.local001/.
