# τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.19.3

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, Book 3, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/achilles-tatius/text/3.19.3

Ἐξαιτοῦμαι δὴ καὶ τὸν Σάτυρον ὡς ἐμόν.” Οἱ δὲ “ἀλλ’ ὅπωσ” ἔφησαν “ἐπιδείξεις ἡμῖν σεαυτὸν τολμηρὸν πρῶτον.” Κἀν τούτῳ χρησμὸν ἴσχουσι κόρην καταθῦσαι καὶ καθῆραι τὸ λῃστήριον καὶ τοῦ μὲν ἥπατος ἀπογεύσασθαι τυθείσης, τὸ δὲ λοιπὸν σῶμα σορῷ παραδόντας ἀναχωρῆσαι, ὡς ἂν τὸ τῶν ἐναντίων στρατόπεδον ὑπερβάλοι τῆς θυσίας τὸν τόπον. “λέγε δὴ τὰ ἐπίλοιπα, Σάτυρε, σὸς γὰρ ἐντεῦθεν ὁ λόγος.”

---

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0532.tlg001.local001/.
