Ancient Greek · ~1 min
Book 3, Chapter 2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.2.9
Not analysed yet
Καὶ ὁ κυβερνήτης ἐκέλευε ῥίπτειν τὸν φόρτον· διάκρισις δ’ οὐκ ἦν ἀργύρου καὶ χρυσοῦ πρὸς ἄλλο τι τῶν εὐτελῶν, ἀλλὰ πάνθ’ ὁμοίως ἠκοντίζομεν ἔξω τῆς νεώς· πολλοὶ δὲ καὶ τῶν ἐμπόρων αὐτοὶ τῶν οἰκείων λαμβάνοντες, ἐν οἷς εἶχον τὰς ἐλπίδας, ἐώθουν ἐπειγόμενοι. Καὶ ἦν ἤδη ἡ ναῦς τῶν ἐπίπλων γυμνή· ὁ δὲ χειμὼν οὐκ ἐσπένδετο.