Ancient Greek · ~3 min
3.21.1 to 3.21.3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.21.1-3
Not analysed yet
“λέγω οὖν πρὸς τὸν Μενέλαον “θεὸς ἡμῖν, ἂν θέλῃς χρηστὸς γενέσθαι, συναγωνιεῖται· δυνησόμεθα γὰρ καὶ τὴν κόρην σῶσαι καὶ τοὺς λῃστὰς λαθεῖν· ἄκουσον δὲ ποίῳ τρόπῳ. Δέρμα προβάτου λαβόντες ὡς ὅτι ῥαδινώτατον συρράψωμεν εἰς σχῆμα βαλαντίου, μέτρον ὅσον γαστρὸς ἀνθρωπίνης, εἶτ̓ ἐμπλήσαντες θηρείων σπλάγχνων καὶ αἵματος, τὴν πλαστὴν ταύτην γαστέρα ῥάψωμεν, ὡς μὴ ῥᾳδίως τὰ σπλάγχνα διεκπίπτοι, καὶ ἐνσκευάσαντες τὴν κόρην τοῦτον τὸν τρόπον καὶ στολὴν ἔξωθεν περιβαλόντες μίτραις τε καὶ ζώμασιν ἐνδεδεμένῃ τὴν σκευὴν ταύτην ἐπικρύψωμεν. Πάντως δὲ καὶ ὁ χρησμὸς ἡμῖν εἰς τὸ λαθεῖν χρήσιμος. Ὁλοκλήρως γὰρ αὐτὴν ἐσταλμένην δι’ αὐτῆς ἀνατμηθῆναι μέσην τῆς ἐσθῆτος λέγει ὁ χρησμός. Ὁρᾷς τοῦτο τὸ ξίφος ὡς ἔχει μηχανῆς.