Ancient Greek · ~3 min
Book 3, Chapter 24
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.24
Not analysed yet
Ἅμα δὲ τῇ ἕῳ προσάγω τὸν Μενέλαον τῷ στρατηγῷ καὶ ἅπαντα λέγω, ὁ δὲ συνήδετο καὶ τὸν Μενέλαον ποιεῖται φίλον, πυνθάνεται δὲ πόση δύναμίς ἐστι τοῖς ἐναντίοις. Ὁ δὲ ἔλεγε πᾶσαν ἐμπεπλῆσθαι τὴν ἑξῆς κώμην ἀνδρῶν ἀπονενοημένων καὶ πολὺ συνηθροῖσθαι λῃστήριον, ὡς εἶναι μυρίους. Λέγει οὖν ὁ στρατηγὸς “ἀλλ’ ἡμῖν αὗται πέντε χιλιάδες ἱκαναὶ πρὸς εἴκοσι τῶν ἐκείνων· ἀφίξονται δὲ ὅσον οὐδέπω πρὸς τούτοις ἕτεροι δισχίλιοι τῶν ἀμφὶ τὸ Δέλτα καὶ τὴν Ἡλίου πόλιν τεταγμένων ἐπὶ τοὺς βαρβάρους.” Καὶ ἅμα λέγοντος αὐτοῦ παῖς εἰστρέχει τις λέγων ἀπὸ τοῦ Δέλτα πρόδρομον ἥκειν τοὐκεῖθεν στρατοπέδου καὶ πέντε λέγειν ἄλλων ἡμερῶν διατρίβειν τοὺς δισχιλίους· τοὺς γὰρ βαρβάρους κατατρέχοντας πεπαῦσθαι· μελλούσης δὲ ἥκειν τῆς δυνάμεως τὸν ὄρνιν αὐτοῖς ἐπιδημῆσαι τὸν ἱερὸν φέροντα τοῦ πατρὸς τὴν ταφήν· ἀνάγκην δ’ εἶναι τὴν ἔξοδον ἐπισχεῖν τοσούτων ἡμερῶν.