Ancient Greek · ~5 min
Book 3, Chapter 4
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.4
Not analysed yet
Ἔνθα δή τις ἀπὸ τῆς νεὼς νεανίσκος εὔρωστος λαμβάνεται τοῦ κάλω καὶ ἐφέλκεται τὴν ἐφολκίδα, καὶ ἦν ἐγγὺς ἤδη τοῦ σκάφους, ηὐτρεπίζετο δὲ ἕκαστος ὡς εἰ πελάσειε πηδήσων ἐς αὐτήν. Καὶ δύο μὲν ἢ τρεῖς ηὐτύχησαν οὐκ ἀναιμωτί, πολλοὶ δὲ ἀποπηδᾶν πειρώμενοι ἐξεκυλίσθησαν τῆς νεὼς κατὰ τῆς θαλάσσης. Ταχὺ γὰρ τὴν ἐφολκίδα ἀπολύσαντες οἱ ναῦται, πελέκει κόψαντες τὸν κάλων τὸν πλοῦν εἶχον ἔνθα αὐτοὺς ἦγε τὸ πνεῦμα· οἱ δὲ ἐπὶ τῆς νεὼς ἐπηρῶντο καταδῦναι τὴν ἐφολκίδα. Τὸ δὲ σκάφος ἐκυβίστα περὶ τοῖς κύμασιν ὀρχούμενον, λανθάνει δὲ προσενεχθὲν ὑφάλῳ πέτρᾳ καὶ ῥήγνυται πᾶν· ἀπωσθείσης δὲ τῆς νεὼς ὁ ἱστὸς ἐπὶ θάτερα πεσὼν τὸ μέν τι κατέκλασε, τὸ δέ τι κατέδυσεν αὐτῆς. Ὁπόσοι μὲν οὖν παραχρῆμα τῆς ἅλμης πιόντες κατεσχέθησαν, οὗτοι μετριωτέραν ὡς ἐν κακοῖς ἔσχον τὴν συμφοράν, οὐκ ἐνδιατρίψαντες τῷ τοῦ θανάτου φόβῳ. Ὁ γὰρ ἐν θαλάττῃ θάνατος βραδὺς προαναιρεῖ πρὸ τοῦ παθεῖν· ὁ γὰρ ὀφθαλμὸς πελάγους γεμισθεὶς ἀόριστον ἐκτείνει τὸν φόβον, ὡς καὶ διὰ τούτων θάνατον δυστυχεῖν πλείονα· ὅσον γὰρ τῆς θαλάσσης τὸ μέγεθος, τοσοῦτος καὶ ὁ τοῦ θανάτου φόβος. Ἔνιοι δὲ κολυμβᾶν πειρώμενοι, προσραγέντες ὑπὸ τοῦ κύματος τῇ πέτρᾳ διεφθείροντο· πολλοὶ δὲ καὶ ξύλοις ἀπερρωγόσι συμπεσόντες ἐπείροντο δίκην ἰχθύων· οἱ δὲ καὶ ἡμιθνῆτες ἐνήχοντο.