Ancient Greek · ~3 min
3.6.1 to 3.6.3
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 3.6.1-3
Not analysed yet
Ἔστι δὲ ἐν τῷ Πηλουσίῳ Διὸς ἱερὸν ἄγαλμα Κασίου· τὸ δὲ ἄγαλμα νεανίσκος, Ἀπόλλωνι μᾶλλον ἐοικώς· οὕτω γὰρ ἡλικίας εἶχε· προβέβληται δὲ τὴν χεῖρα καὶ ἔχει ῥοιὰν ἐπ’ αὐτῇ· τῆς δὲ ῥοιᾶς ὁ λόγος μυστικός. Προσευξάμενοι δὴ τῷ θεῷ καὶ περὶ τοῦ Κλεινίου καὶ τοῦ Σατύρου σύμβολον ἐξαιτήσαντες ʽκαὶ γὰρ ἔλεγον μαντικὸν εἶναι τὸν θεόν’ περιῄειμεν τὸν νεών. Κατὰ δὲ τὸν ὀπισθόδομον ὁρῶμεν εἰκόνα διπλῆν, καὶ ὁ γραφεὺς ἐπεγέγραπτο· Εὐάνθης μὲν ὁ γραφεύς, ἡ δὲ εἰκὼν Ἀνδρομέδα καὶ Προμηθεύς, δεσμῶται μὲν ἄμφω “διὰ τοῦτο γὰρ αὐτούς, οἶμαι, εἰς ἓν συνήγαγεν ὁ ζωγράφοσ” ,ἀδελφαὶ δὲ καὶ τὴν ἄλλην τύχην αἱ γραφαί.