Ancient Greek · ~1 min
Book 4, Chapter 17
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.17.6
Not analysed yet
Τὴν μὲν οὖν ἀνελάμβανον παραμυθούμενος, τοῦ δὲ φαρμάκου τὸν μισθὸν ἀποδίδωμι μάλα ἄσμενος. Ἦν δὲ τὸ πᾶν ἡμῖν ἐφόδιον σῶον· ὁ γὰρ Σάτυρος ἔτυχεν ἐζωσμένος ὅτε ἐναυαγήσαμεν, οὐκ ἀφῄρητο δὲ ὑπὸ τῶν λῃστῶν οὔτε αὐτὸς οὔτε ὁ Μενέλαος οὐδὲν ὧν εἶχεν.