Ancient Greek · ~6 min
Book 4, Chapter 19
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.19
Not analysed yet
Εἶδον δὲ καὶ ἄλλο θηρίον τοῦ Νείλου ὑπὲρ τὸν ἵππον τὸν ποτάμιον εἰς ἀλκὴν ἐπαινούμενον, κροκόδειλος δὲ ὄνομα ἦν αὐτῷ· παρήλλακτο δὲ τὴν μορφὴν εἰς ἰχθὺν ὁμοῦ καὶ θηρίον. Μέγας μὲν γὰρ ἐκ κεφαλῆς ἐς οὐράν, τὸ δὲ εὖρος τοῦ μεγέθους οὐ κατὰ λόγον. Δορὰ μὲν φολίσι ῥυσή, τεφραία δὲ τῶν νώτων ἡ χρόα · ἡ γαστὴρ δὲ λευκή· πόδες τέτταρες εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι, καθάπερ χερσαίας χελώνης· οὐρὰ μακρὰ καὶ παχεῖα καὶ ἐοικυῖα στερεῷ σώματι. Οὐ γὰρ ὡς τοῖς ἄλλοις ἐπίκειται θηρίοις, ἀλλ’ ἔστι τῆς ῥάχεως ἓν ὀστοῦν τελευτὴ καὶ μέρος αὐτοῦ τῶν ὅλων. Ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας ἀναιδεῖς, οἷαι τῶν πριόνων εἰσὶν αἱ αἰχμαί. Αὕτη δὲ αὐτῷ καὶ μάστιξ ἐπὶ τῆς ἄγρας γίνεται· τύπτει γὰρ αὐτῇ πρὸς οὓς ἄν διαπαλαίῃ καὶ πολλὰ ποιεῖ τραύματα πληγῇ μιᾷ. Κεφαλὴ δὲ αὐτῷ τοῖς νώτοις συνυφαίνεται καὶ εἰς μίαν στάθμην ἰθύνεται ʽἔκλεψε γὰρ αὐτοῦ τὴν δέρην ἡ φύσισ̓, ἔστι δὲ τοῦ λοιποῦ βλοσυρωτέρα σώματος καὶ ἐπὶ πλεῖστον ἐπὶ τὰς γένυς ἐκτείνεται καὶ ἀνοίγεται πᾶσα. Τὸν μὲν γὰρ ἄλλον χρόνον, παρ’ ὅσον οὐ κέχηνε τὸ θηρίον, ἔστι κεφαλή· ὅταν δὲ χάνῃ πρὸς τὰς ἄγρας, ὅλον στόμα γίνεται. Ἀνοίγει δὲ τὴν γένυν τὴν ἄνω, τὴν δὲ κάτω στερεὰν ἔχει· καὶ ἀπόστασίς ἐστι πολλή, καὶ μέχρι τῶν ὤμων τὸ χάσμα, καὶ εὐθύς ἡ γαστήρ. Ὀδόντες δὲ πολλοὶ καὶ ἐπὶ πλεῖστον τεταγμένοι. Φασὶ δὲ ὅτι τὸν ἀριθμὸν τυγχάνουσιν ὅσας ὁ θεὸς εἰς ὅλον ἔτος ἀναλάμπει τὰς ἡμέρας· τοσοῦτον σπόρον φέρει τῶν γενύων πεδίον. Ἂν δ’ ἐκπεράσῃ πρὸς τὴν γῆν, ὅσον ἔχει δυνάμεως ἀπιστήσεις, ἰδὼν τὴν τοῦ σώματος ὁλκήν.