Ancient Greek · ~3 min
Book 4, Chapter 2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 4.2
Not analysed yet
“Ἐν τούτῳ δὴ Χαρμίδης ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ στρατηγᾦ ἐπιβάλλει τῇ Λευκίππῃ τὸν ὀφθαλμόν, ἀπὸ τοιαύτης ἀφορμῆς αὐτὴν ἰδών. Ἔτυχον ποτάμιον θηρίον ἄνδρες τεθηρακότες θέας ἄξιον· ἵππον δὲ αὐτὸν τοῦ Νείλου καλοῦσιν οἱ Αἰγύπτιοι. Καὶ ἔστι μὲν ἵππος, ὡς ὁ λόγος βούλεται, τὴν γαστέρα καὶ τοὺς πόδας, πλὴν ὅσον εἰς χηλὴν σχίζει τὴν ὁπλήν· μέγεθος δὲ κατὰ τὸν βοῦν τὸν μέγιστον· οὐρὰ βραχεῖα καὶ ψιλὴ τριχῶν· κεφαλὴ περιφερὴς οὐ σμικρά· ἐγγὺς ἵππου παρειαί· μυκτὴρ ἐπὶ μέγα κεχηνὼς καὶ πνέων πυρώδη καπνὸν ὡς ἀπὸ πηγῆς πυρός· γένυς εὐρεῖα, ὅση καὶ παρειά· μέχρι τῶν κροτάφων ἀνοίγει τὸ στόμα· ἔχει δὲ καὶ κυνόδοντας καμπύλους κατὰ μὲν τὴν ἰδέαν καὶ τὴν θέσιν ὡς συός, τὸ δὲ μέγεθος εἰς τριπλάσιον.”