Ancient Greek · ~3 min
Book 5, Chapter 12
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.12
Not analysed yet
Καὶ ὁ Κλεινίας “οὐκ ἀπὸ τρόπου δοκεῖ μοι” φησὶν “ὁ Σάτυρος λέγειν· κάλλος γὰρ καὶ πλοῦτος καὶ ἔρως εἰ συνῆλθον ἐπὶ σέ, οὐχ ἕδρας οὐδ᾽ ἀναβολῆς. Τὸ μὲν γὰρ κάλλος ἡδονήν, ὁ δὲ πλοῦτος τρυφήν, ὁ δὲ ἔρως αἰδῶ· μισεῖ δὲ ὁ θεὸς τοὺς ἀλαζόνας. Φέρε πείσθητι τῷ Σατύρῳ καὶ χάρισαι τῷ θεῷ.” Κἀγὼ στενάξας “ἄγε με” εἶπον “ὅποι θέλεις, εἰ καὶ Κλεινίᾳ τοῦτο δοκεῖ· μόνον ὅπως τὸ γύναιόν μοι μὴ παράσχῃ πράγματα ἐπείγουσα πρὸς τὸ ἔργον, ἔστ’ ἂν εἰς τὴν Ἔφεσον ἀφικώμεθα. Φθάνω γὰρ ἐπομοσάμενος ἐνταῦθα μὴ συνελθεῖν, ἔνθα Λευκίππην ἀπολώλεκα.” Ταῦτα ἀκούσας ὁ Σάτυρος προστρέχει πρὸς τὴν Μελίτην εὐαγγέλια φέρων· καὶ μικρὸν διαλιπὼν αὖθις ἐπανέρχεται, λέγων ἀκούσασαν τὴν γυναῖκα ὑφ’ ἡδονῆς παρὰ μικρὸν τὴν ψυχὴν ἀφεῖναι, δεῖσθαι δὲ ἥκειν ὡς αὐτὴν δειπνήσοντα τὴν ἡμέραν γάμων προοίμιον.