Ancient Greek · ~1 min
Book 5, Chapter 16
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.16.8
Not analysed yet
Πολλάκις ἤκουσα παρὰ τῶν ναυτικωτέρων, καθαρὰ δεῖν ἀφροδισίων εἶναι τὰ σκάφη, τάχα μὲν ὡς ἱερά, τάχα δὲ ἵνα μή τις ἐν τηλικούτῳ κινδύνῳ τρυφᾷ. Μὴ ἐνυβρίσωμεν, ὦ φιλτάτη, τῇ θαλάσσῃ· μὴ συμμίξωμεν γάμον ὁμοῦ καὶ φόβον· τηρήσωμεν ἑαυτοῖς καθαρὰν τὴν ἡδονήν.” Ταῦτα λέγων καὶ μειλισσόμενος τοῖς φιλήμασιν ἔπειθον, καὶ τὸ λοιπὸν οὕτως ἐκαθεύδομεν.