Ancient Greek · ~1 min
Book 5, Chapter 17
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.17.10
Not analysed yet
ὄνομα δὲ αὐτὴν ὁ ἔμπορος ἐκάλει Λάκαιναν.” Ἡ δὲ τὸν μὲν τῆς διοικήσεως, ἧς εἶχεν, ἀπέπαυσε, τὴν δὲ παραδίδωσι θεραπαίναις, κελεύσασα λοῦσαι καὶ ἐσθῆτα ἀμφιέσαι καθαρὰν καὶ εἰς ἄστυ ἀγαγεῖν· διοικήσασα δέ τινα τῶν κατὰ τοὺς ἀγρούς, ὧν ἕνεκεν παρῆν, ἐπιβᾶσα τοῦ ὀχήματος ἅμα ἐμοί, ἐπανῄειμεν εἰς τὴν πόλιν καὶ περὶ τὸ δεῖπνον ἦμεν.