# τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.19.1-5

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, 5.19.1 to 5.19.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/achilles-tatius/text/5.19.1

Τούτοις ἐντυχὼν πάντα ἐγινόμην ὁμοῦ· ἀνεφλεγόμην, ὠχρίων, ἐθαύμαζον, ἠπίστουν, ἔχαιρον, ἠχθόμην. Λέγω οὖν πρὸς τὸν Σάτυρον “πότερον ἐξ Ἅδου ἥκεις φέρων τὴν ἐπιστολήν, ἢ τί ταῦτα θέλει; Λευκίππη πάλιν ἀνεβίω;” “Μάλιστα” ἔφη, “καὶ ἔστιν ἣν εἶδες ἐν τοῖς ἀγροῖς. Τότε μὲν οὖν οὐδ’ ἂν ἄλλος αὐτὴν ἰδὼν ἐγνώρισεν, ἔφηβον οὕτω γενομένην· τοῦτο γὰρ ἡ τῶν τριχῶν αὐτῆς κουρὰ ἐνήλλαξεν.” “Εἶτα ἕστηκασ” ἔφην “ἐπὶ τηλικούτοις ἀγαθοῖς καὶ μέχρι τῶν ὤτων μόνον εὐφραίνεις, ἀλλ’ οὐ δεικνύεις καὶ τοῖς ὄμμασι τἀγαθά;” “Μὴ σύ γε” εἶπεν ὁ Σάτυρος· “ἀλλ’ ἐνεὸς κάτασχε “μὴ πάντα ἀπολέσῃσ” , ἕως περὶ τούτων ἀσφαλέστερον βουλευσώμεθα. Γυναῖκα ὁρᾷς πρώτην Ἐφεσίων μαινομένην ἐπὶ σοί, ἡμᾶς δὲ ἐρήμους ἐν μέσαις ἄρκυσιν.” “Ἀλλ’ οὐ δύναμαι” ἔφην· ʽἐπέρχεται γὰρ διὰ πασῶν τῶν τοῦ σώματος ὁδῶν ἡ χαρά. Ἀλλ’ ἰδού μοι διὰ τῶν γραμμάτων ἐγκαλεῖ.ʼ Καὶ ἅμα αὖθις ἐντυγχάνων τοῖς γράμμασιν, ὡς ἐκείνην δι’ αὐτῶν βλέπων, καὶ ἀναγινώσκων καθ’ ἓν ἔλεγον “δίκαια ἐγκαλεῖς, φιλτάτη. Πάντα δι’ ἐμὲ ἔπαθες·

---

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0532.tlg001.local001/.
