Ancient Greek · ~3 min
Book 5, Chapter 21
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.21.1
Not analysed yet
Ἄρχομαι δὴ γράφειν Χαῖρέ μοι, ὦ δέσποινα Λευκίππη. Δυστυχῶ μὲν ἐν οἷς εὐτυχῶ, ὅτι σὲ παρὼν παροῦσαν ὡς ἀποδημοῦσαν ὁρῶ διὰ γραμμάτων. Εἰ μὲν οὖν τὴν ἀλήθειαν περιμένεις, μηδὲν προκαταγινώσκουσά μου, μαθήσῃ τὴν σήν με παρθενίαν μεμιμημένον, εἴ τις ἐστὶ καὶ ἐν ἀνδράσι παρθενία· εἰ δέ με χωρὶς ἀπολογίας ἤδη μεμίσηκας, ὄμνυμί σοι τοὺς σώσαντάς σε θεοὺς ὡς ἐν βραχεῖ σοι τὸ ἔργον ἀπολογήσομαι. Ἔρρωσό μοι, φιλτάτη, καὶ ἵλεως γένοιο δίδωμι δὲ τῷ Σατύρῳ τὴν ἐπιστολὴν καὶ δέομαι τὰ εἰκότα εἰπεῖν πρὸς αὐτὴν περὶ ἐμοῦ· ἐγὼ δὲ αὖθις ἐπὶ τὸ συμπόσιον ἀπῄειν, ἡδονῆς ἅμα καὶ λύπης γεγεμισμένος· ᾔδειν γὰρ τὴν Μελίτην οὐκ ἀνήσουσάν με τῆς νυκτὸς τὸ μὴ οὐ γενέσθαι τοὺς γάμους ἡμῖν· ἐμοὶ δ’ ἀδύνατον ἦν Λευκίππην ἀπολαβόντι γυναῖκα ἑτέραν κἂν ἰδεῖν.