# τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.23.5-7

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, 5.23.5 to 5.23.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/achilles-tatius/text/5.23.5

Ἡ μὲν δὴ Μελίτη ἀνέθορεν ὑπ’ ἐκπλήξεως τοῦ παραλόγου καὶ περιβάλλειν ἐπεχείρει τὸν ἄνδρα· ὁ δὲ τὴν μὲν ὡς εἶχεν ὠθεῖ μάλα ἐρρωμένως, ἐμὲ δὲ ἰδὼν καὶ εἰπὼν “ὁ μοιχὸς οὗτοσ” ἐμπηδᾷ καὶ ῥαπίζει με κατὰ κόρρης πληγὴν θυμοῦ γέμουσαν, ἑλκύσας δὲ τῶν τριχῶν ῥάσσει πρὸς τοὔδαφος καὶ προσπίπτων κατακόπτει με πληγαῖς. Ἐγὼ δὲ ὥσπερ ἐν μυστηρίῳ μηδὲν , μήθ’ ὅστις ὁ ἄνθρωπος ἦν μήθ’ οὗ χάριν ἔτυπτεν, ὑποπτεύσας δὲ μανικὸν εἶναι ἐδεδοίκειν ἀμύνασθαι, καίτοι δυνάμενος. Ἐπεὶ δὲ ἐκάμομεν ὁ μὲν τύπτων, ἐγὼ δὲ φιλοσοφῶν, λέγω πρὸς αὐτὸν ἀναστὰς “τίς ποτε εἶ, ὦ ἄνθρωπε, καὶ τι με οὕτως ᾐκίσω;” Ὁ δὲ ἔτι μᾶλλον ὀργισθεὶς ὅτι καὶ φωνὴν ἀφῆκα, ῥαπίζει πάλιν καὶ καλεῖ δεσμὰ καὶ πέδας. Δεσμεύουσιν οὖν με καὶ ἄγουσιν εἴς τι δωμάτιον.

---

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0532.tlg001.local001/.
