Ancient Greek · ~3 min
Book 5, Chapter 24
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.24
Not analysed yet
Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λανθάνει με διαρρυεῖσα ἡ τῆς Λευκίππης ἐπιστολή· ἔτυχον γὰρ αὐτὴν εἴσω τοῦ χιτωνίσκου προσδεδεμένην ἐκ τῶν τῆς ὀθόνης θυσάνων ἔχων· καὶ ἡ Μελίτη ἀναιρεῖται λαθοῦσα· ἐδεδίει γὰρ μή τινα τῶν πρός με αὐτῆς γραμμάτων ἦν. Ὡς δὲ ἀνέγνω καθ’ ἑαυτὴν γενομένη καὶ τὸ τῆς Λευκίππης εὗρεν ὄνομα, βάλλεται μὲν εὐθέως τὴν καρδίαν γνωρίσασα τοὔνομα, οὐ μὴν αὐτὴν ἐνόμιζεν εἶναι τῷ πολλάκις αὐτὴν ἀκοῦσαι τετελευτηκέναι. Ὡς δὲ προϊοῦσα καὶ τοῖς λοιποῖς τῶν γεγραμμένων ἐνέτυχε, πᾶσαν μαθοῦσα τὴν ἀλήθειαν ἐμεμέριστο πολλοῖς ἅμα τὴν ψυχήν, αἰδοῖ καὶ ὀργῇ καὶ ἔρωτι καὶ ζηλοτυπίᾳ· ᾐσχύνετο τὸν ἄνδρα, ὠργίζετο τοῖς γράμμασιν, ὁ ἔρως ἐμάραινε τὴν ὀργήν, ἐξῆπτε τὸν ἔρωτα ἡ ζηλοτυπία, καὶ τέλος ἐκράτησεν ὁ ἔρως.