Ancient Greek · ~2 min
Book 5, Chapter 4
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.4
Not analysed yet
Λέγει οὖν ὁ Μενέλαος “ἐμοὶ δοκεῖ τὴν εἰς Φάρον ὁδὸν ἐπισχεῖν· ὁρᾷς γὰρ οὐκ ἀγαθὰ δύο σύμβολα, τό τε τοῦ ὄρνιθος καθ’ ἡμῶν πτερὸν καὶ τῆς εἰκόνος τὴν ἀπειλήν. Λέγουσι δὲ οἱ τῶν συμβόλων ἐξηγηταὶ σκοπεῖν τοὺς μύθους τῶν εἰκόνων, ἂν ἐξιοῦσιν ἡμῖν ἐπὶ πρᾶξιν συντύχωσι, καὶ ἐξομοιοῦν τὸ ἀποβησόμενον τῷ τῆς ἱστορίας λόγῳ. Ὁρᾷς οὖν ὅσων γέμει κακῶν ἡ γραφή· ἔρωτος παρανόμου, μοιχείας ἀναισχύντου, γυναικείων ἀτυχημάτων· ὅθεν ἐπισχεῖν κελεύω τὴν ἔξοδον.” Ἐδόκει μοι λέγειν εἰκότα, καὶ παραιτοῦμαι τὸν Χαιρέαν ἐκείνην τὴν ἡμέραν. Ὁ μὲν οὖν σφόδρα ἀνιώμενος ἀπηλλάττετο, φήσας αὔριον ἐφ̓ ἡμᾶς ἀφίξεσθαι.