Ancient Greek · ~2 min
Book 5, Chapter 5
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.5.8
Not analysed yet
Ἐδείπνησεν ὁ Τηρεὺς δεῖπνον Ἐρινύων, αἱ δὲ ἐν κανῷ τὰ λείψανα τοῦ παιδίου παρέφερον, γελῶσαι φόβῳ. Ὁ Τηρεὺς ὁρᾷ τὰ λείψανα τοῦ παιδίου καὶ πενθεῖ τὴν τροφὴν καὶ ἐγνώρισεν ὢν τοῦ δείπνου πατήρ· γνωρίσας μαίνεται καὶ σπᾶται τὸ ξίφος καὶ ἐπὶ τὰς γυναῖκας τρέχει, ἃς δέχεται ὁ ἀήρ. Καὶ ὁ Τηρεὺς αὐταῖς συναναβαίνει καὶ ὄρνις γίνεται· καὶ τηροῦσιν ἔτι τοῦ πάθους τὴν εἰκόνα.