Ancient Greek · ~3 min
Book 5, Chapter 6
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.6
Not analysed yet
Τότε μὲν οὖν οὕτως ἐξεφύγομεν τὴν ἐπιβουλήν· ἐκερδήσαμεν δὲ οὐδὲν ἢ μίαν ἡμέραν. Τῇ γὰρ ὑστεραίᾳ παρῆν ἕωθεν ὁ Χαιρέας, καὶ ἡμεῖς αἰδεσθέντες ἀντιλέγειν οὐκ εἴχομεν. Ἐπιβάντες οὖν σκάφους, ἤλθομεν εἰς τὴν Φάρον, ὁ δὲ Μενέλαος ἔμεινεν αὐτοῦ, φήσας οὐχ ὑγιῶς ἔχειν. Πρῶτον μὲν οὖν ἡμᾶς ὁ Χαιρέας ἐπὶ τὸν πύργον ἄγει καὶ δείκνυσι τὴν κατασκευὴν θαυμασίαν τινὰ καὶ παράλογον. Ὄρος ἦν ἐν μέσῃ τῇ θαλάσσῃ κείμενον, ψαῦον αὐτῶν τῶν νεφῶν, ὑπέρρει δὲ ὕδωρ κάτωθεν τοῦ ποιήματος· τὸ δὲ ἐπὶ θαλάσσης εἱστήκει κρεμάμενον· ἐς δὲ τὴν τοῦ ὄρους ἀκρόπολιν ὁ τῶν νεῶν κυβερνήτης ἀνέτελλεν ἥλιος. Μετὰ δὲ ταῦτα ἡγεῖτο ἡμῖν ἐπὶ τὴν οἰκίαν· ἦν δὲ ἐπ’ ἐσχάτων τῆς νήσου κειμένη ἐπ’ αὐτῇ τῇ θαλάσσῃ.