Ancient Greek · ~2 min
5.7.8 to 5.7.9
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.7.8-9
Not analysed yet
Ἐπεὶ δὲ ἀνεστρέψαμεν εἰς γῆν, ἀποβὰς τοῦ σκάφους καὶ τῷ σώματι περιχυθεὶς ἔκλαον. “Νῦν μοι Λευκίππη τέθνηκας ἀληθῶς θάνατον διπλοῦν, γῇ καὶ θαλάττῃ διαιρούμενον· τὸ μὲν γὰρ λείψανον ἔχω σου τοῦ σώματος, ἀπολώλεκα δὲ σέ. Οὐκ ἴση τῆς θαλάττης πρὸς τὴν γῆν ἡ νομή· μικρόν μοί σου μέρος καταλέλειπται ἐν ὄψει τοῦ μείζονος· αὕτη δὲ ἐν ὀλίγῳ τὸ πᾶν σου κρατεῖ. Ἀλλ’ ἐπεί μὁ̣?ʼτῶν ἐν τῷ προσώπῳ φιλημάτων ἐφθόνησεν ἡ Τύχη, φέρε σου καταφιλήσω τὴν σφαγήν.”