# τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 5.9.3

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, Book 5, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/achilles-tatius/text/5.9.3

Ἤδηδὲ καμὼν καὶ ἀφεὶς ἐμαυτὸν τῇ τύχῃ ναῦν ὁρῶ κατὰ πρόσωπον φερομένην, καὶ τὰς χεῖρας ἀνασχών, ὃν ἠδυνάμην τρόπον, ἱκετηρίαν ἐθέμην τοῖς νεύμασιν. Οἱ δὲ εἴτε ἐλεήσαντες, εἴτε καὶ τὸ πνεῦμα αὐτοὺς κατήγαγεν, ἔρχονται κατ’ ἐμέ, καί τις τῶν ναυτῶν πέμπει μοι κάλων ἅμα τῆς νεὼς παραθεούσης· κἀγὼ μὲν ἐλαβόμην, οἱ δὲ ἐφείλκυσάν με ἐξ αὐτῶν τῶν τοῦ θανάτου πυλῶν. Ἔπλει δὲ τὸ πλοῖον εἰς Σιδῶνα· καί μέ τινες γνωρίσαντες ἐθεράπευσαν.”

---

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0532.tlg001.local001/.
