Ancient Greek · ~2 min
Book 6, Chapter 10
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 6.10.5
Not analysed yet
Ὅταν οὖν ἡ Διαβολὴ τοξεύσῃ τὸν λόγον, ὁ μὲν δίκην βέλους ἐξίπταται καὶ τιτρώσκει μὴ παρόντα καθ’ οὗ πέμπεται, ὁ δὲ ἀκούων ταχὺ πείθεται καὶ ὀργῆς αὐτῷ πῦρ ἐξάπτεται καὶ ἐπὶ τὸν βληθέντα μαίνεται· τεχθεῖσα δὲ ἡ Φήμη τῷ τοξεύματι ῥεῖ μὲν εὐθὺς πολλὴ καὶ ἐπικλύζει τὰ ὦτα τῶν ἐντυχόντων, διάττει δὲ ἐπὶ πλεῖστον καταιγίζουσα τῷ τοῦ λόγου πνεύματι καὶ ἐξίπταται κουφιζομένη τῷ τῆς γλώττης πτερῷ.