Ancient Greek · ~4 min
Book 6, Chapter 11
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 6.11
Not analysed yet
ἅμα λέγουσα χειρός τε ἔθιγε καὶ καταφιλεῖν ἤθελεν. Ἐγεγόνει δὲ ἡμερώτερος, καὶ αὐτὸν ἔσαινε τῶν λεγομένων τὸ πιθανόν, καὶ τὸ τῆς Λευκίππης σύμφωνον τῷ λόγῳ τοῦ Σωσθένους μέρος τῆς ὑπονοίας μετέφερεν· οὐ μέντοι τέλεον ἐπίστευσε· ζηλοτυπία γὰρ ἅπαξ ἐμπεσοῦσα ψυχῇ δυσέκνιπτόν ἐστιν. Ἐθορυβήθη οὖν ὅτι τὴν κόρην ἤκουσεν εἶναί μου γυναῖκα, ὥστε ἐμίσει με μᾶλλον. Τότε μὲν οὖν εἰπὼν ἐξετάσειν περὶ τῶν εἰρημένων, κοιμησόμενος ᾤχετο καθ’ αὑτόν· ἡ δὲ Μελίτη κακῶς εἶχε τὴν ψυχήν, ὡς ἐκπεσοῦσα πρός με τῆς ὑποσχέσεως. Ὁ δὲ Σωσθένης προπέμψας μέχρι τινὸς τὸν Θέρσανδρον καὶ καθυποσχόμενος περὶ τῆς Λευκίππης αὖθις ἀναστρέφει πρὸς αὐτὴν καὶ σχηματίσας τὸ πρόσωπον εἰς ἡδονὴν “κατωρθώσαμεν” εἶπεν “ὦ Λάκαινα· Θέρσανδρος ἐρᾷ σου καὶ μαίνεται, ὥστε τάχα καὶ γυναῖκα ποιήσεταί σε· τὸ δὲ κατόρθωμα τοῦτο ἐμόν. Ἐγὼ γάρ σου πρὸς αὐτὸν περὶ τοῦ κάλλους πολλὰ ἐτερατευσάμην καὶ τὴν ψυχὴν αὐτοῦ φαντασίας ἐγέμισα. Τί κλάεις; ἀνάστηθι καὶ θῦε ἐπὶ τοῖς εὐτυχήμασιν Ἀφροδίτῃ· μνημόνευε δὲ κἀμοῦ.”