Ancient Greek · ~5 min
Book 6, Chapter 2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 6.2
Not analysed yet
Ἐγὼ μὲν δὴ τοῦτον τὸν τρόπον ὑπεκδύομαι, καὶ ὁ φύλαξ τοῦ οἰκήματος ἀνεχώρησε νομίσας τὴν δέσποιναν εἶναι, νευσάσης αὐτῷ τῆς Μελανθοῦς· καὶ διὰ τῶν ἐρήμων τῆς οἰκίας ἐπί τινα θύραν οὐκ ἐν ὁδῷ κειμένην ἔρχομαι, καί με ὁ πρὸς τῆς Μελίτης ταύτῃ προστεταγμένος ἀπολαμβάνει. Ἀπελεύθερος δὲ οὗτος τῶν συμπεπλευκότων ἦν ἡμῖν καὶ ἄλλως ἐμοὶ κεχαρισμένος. Ὡς δὲ ἀνέστρεψεν ἡ Μελανθώ, καταλαμβάνει τὸν φρουρὸν ἄρτι ἐπικλείσαντα τὸ οἴκημα, καὶ ἀνοίγειν ἐκέλευσεν αὖθις. Ὡς δὲ ἀνέῳξε, καὶ παρελθοῦσα ἐμήνυσε τῇ Μελίτῃ τὴν ἔξοδον τὴν ἐμήν, καλεῖ τὸν φύλακα· κἀκεῖνος, ὡς τὸ εἰκός, θέαμα ἰδὼν παραδοξότατον ἐξεπλάγη καὶ ἔστη σιωπῇ. Λέγει οὖν πρὸς αὐτὸν “οὐκ ἀπιστοῦσά σοι μὴ οὐκ ἐθελήσῃς ἀφεῖναι Κλειτοφῶντα, ταύτης ἐδεήθην τῆς κλοπῆς, ἀλλ’ ἵνα σοι πρὸς Θέρσανδρον ἡ τῆς αἰτίας ἀπόλυσις ᾖ ὡς οὐ συνεγνωκότι. Χρυσοῖ δέ σοι οὗτοι δῶρον δέκα, δῶρον μέν, ἂν ἐνταῦθα μείνῃς, παρὰ Κλειτοφῶντος· ἐὰν δὲ νομίσῃς φυγεῖν βέλτιον, ἐφόδιον.” Καὶ ὁ Πασίων ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ φύλακἰ “πάνυ” ἔφη “δέσποινα, τὸ σοὶ δοκοῦν κἀμοὶ δοκεῖ καλῶς ἔχειν.” Ἔδοξεν οὖν τῇ Μελίτῃ τὸ νῦν ἀναχωρεῖν· ὅταν δ’ ἐν καλῷ θῆται τὰ πρὸς τὸν ἄνδρα καὶ γένηται τὰ τῆς ὀργῆς ἐν γαλήνῃ, τότε μετιέναι.