Ancient Greek · ~4 min
Book 6, Chapter 22
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 6.22
Not analysed yet
Καὶ ἡ Λευκίππη εἶπεν “εἰ παρθένος καὶ μετὰ Σωσθένην ἐγὼ πυθοῦ Σωσθένους· οὗτος γὰρ ὄντως γέγονέ μοι λῃστής· ἐκεῖνοι γὰρ ἦσαν ὑμῶν μετριώτεροι, καὶ οὐδεὶς οὐδεὶς αὐτῶν ἦν οὕτως ὑβριστής· εἰ δὲ ὑμεῖς τοιαῦτα ποιεῖτε, ἀληθινὸν τοῦτο πειρατήριον. Εἶτα οὐκ αἰσχύνεσθε ποιοῦντες ἃ μὴ τετολμήκασιν οἱ λῃσταί; λανθάνεις δὲ ἐγκώμιόν μοι διδοὺς πλεῖον διὰ ταύτης σου τῆς ἀναισχυντίας· καί τις ἐρεῖ, ἂν νῦν μαινόμενος φονεύσῃς, “Λευκίππη παρθένος μετὰ βουκόλους, παρθένος καὶ μετὰ Χαιρέαν, παρθένος καὶ μετὰ Σωσθένην.” Ἀλλὰ μέτρια ταῦτα· τὸ δὲ μεῖζον ἐγκώμιον, καὶ μετὰ Θέρσανδρον παρθένος, τὸν καὶ λῃστῶν ἀσελγέστερον· ἂν ὑβρίσαι μὴ δυνηθῇ, φονεύει. Ὁπλίζου τοίνυν, ἤδη λάμβανε κατ’ ἐμοῦ τὰς μάστιγας, τὸν τροχόν, τὸ πῦρ, τὸν σίδηρον, συστρατευέσθω δέ σοι καὶ ὁ σύμβουλος Σωσθένης· ἐγὼ δὲ καὶ γυμνὴ καὶ μόνη καὶ γυνὴ ἓν ὅπλον ἔχω τὴν ἐλευθερίαν, ἣ μήτε πληγαῖς κατακόπτεται μήτε σιδήρῳ κατατέμνεται μήτε πυρὶ κατακάεται. Οὐκ ἀφήσω ποτὲ ταύτην ἐγώ· κἂν καταφλέγῃς, οὐχ οὕτως θερμὸν εὑρήσεις τὸ πῦρ.”