Ancient Greek
Book 6, Chapter 9
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 6.9.1
Not analysed yet
Ἐπεὶ γὰρ ὁ Θέρσανδρος εἰσελθὼν εἰς τὴν οἰκίαν ἐβόα πάλιν “τὸν μοιχὸν ἐξέκλεψας· σὺ τῶν δεσμῶν ἐξέλυσας καὶ τῆς οἰκίας ἐξαπέστειλας· σὸν τὸ ἔργον· τί οὖν οὐκ ἠκολούθεις αὐτῷ; τί δὲ ἐνταῦθα μένεις, ἀλλ’ οὐκ ἄπει πρὸς τὸν ἐρώμενον, ἵνα αὐτὸν ἴδῃς στερροτέροις δεσμοῖς δεδεμένον;” ἡ Μελίτη “ποῖον μοιχόν;” ἔφη· “τί πάσχεις; εἰ γὰρ θέλεις τὴν μανίαν ἀφεὶς ἀκοῦσαι τὸ πᾶν, μαθήσῃ ῥᾳδίως τὴν ἀλήθειαν.