Ancient Greek · ~4 min
6.9.3 to 6.9.7
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 6.9.3-7
Not analysed yet
Ἀκούσασα τὴν τύχην ἠλέησα καὶ ἀνεμνήσθην σου, καὶ παρέσχον ἑστίαν “τάχα” λέγουσα “καὶ Θέρσανδρος οὕτω που πλανᾶται· τάχα” λέγουσα “τὶς κἀκεῖνον ἐλεήσει γυνή. Εἰ δὲ τῷ ὄντι τέθνηκε κατὰ τὴν θάλασσαν, ὡς ἡ φήμη λέγει, φέρε πάντα τιμήσωμεν τὰ ναυάγια.” Πόσους καὶ ἄλλους ἔθρεψα νεναυαγηκότας; πόσους ἔθαψα τῆς θαλάσσης νεκρούς; Εἰ ξύλον ἐκ ναυαγίας τῇ γῇ προσπεσὸν ἐλάμβανον, “τάχα” ἔλεγον “ἐπὶ ταύτης τῆς νεὼς Θέρσανδρος ἔπλει.” Εἷς δὴ καὶ οὗτος ἦν τῶν ἐκ τῆς θαλάσσης σωζομένων· ἐχαριζόμην σοὶ τιμῶσα τοῦτον. Ἔπλευσεν ὥσπερ σύ· ἐτίμων φίλτατε, τῆς συμφορᾶς τὴν εἰκόνα. Πῶς οὖν ἐνταῦθα συνεπηγόμην; ὁ λόγος ἀληθής. Ἔτυχε μὲν πενθῶν γυναῖκα, ἡ δ’ ἄρα ἐλάνθανεν οὐκ ἀποθανοῦσα· τοῦτό τις αὐτῷ καταγορεύει καὶ ὡς ἐνταῦθα εἴη παρά τινι τῶν ἡμετέρων ἐπιτρόπων· Σωσθένην δὲ ἔλεγε. Καὶ οὕτως εἶχε· τὴν γὰρ ἄνθρωπον ἥκοντες εὕρομεν. Διὰ τοῦτο ἠκολούθησέ μοι. Ἔχεις τὸν Σωσθένην, πάρεστιν ἡ γυνὴ κατὰ τοὺς ἀγρούς. Ἐξέτασον τῶν λεχθέντων ἕκαστον. Εἴ τι ἐψευσάμην, μεμοίχευμαι.”