Ancient Greek · ~4 min
Book 7, Chapter 15
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.15
Not analysed yet
Ἐν τούτῳ δὲ ἔρχεταί τις τῶν τοῦ νεὼ προπόλων ἐπὶ τὸν ἱερέα σπουδῇ μάλα θέων καὶ λέγει πάντων ἀκουόντων “κόρη τις ἐπὶ τὴν Ἄρτεμιν ξένη κατέφυγεν.” Ἐγὼ μὲν δὴ τοῦτο ἀκούσας ἀναπτεροῦμαι καὶ τὰ ὄμματα ἀνεγείρω καὶ ἀναβιοῦν ἠρχόμην· ὁ δὲ Κλεινίας πρὸς τὸν Σώστρατον “ἀληθῆ μου, πάτερ” εἶπε “τὰ μαντεύματα,” καὶ ἅμα πρὸς τὸν ἄγγελον εἶπε “μὴ καλή;” “Οὐκ ἄλλην τοιαύτην” ἔφη “μετὰ τὴν Ἄρτεμιν εἶδον.” Πρὸς τοῦτο ἐγὼ πηδῶ καὶ βοῶ “Λευκίππην λέγεις.” “Καὶ μάλα” ἔφη· “καλεῖσθαι γὰρ τοῦτο ἔλεγεν αὐτή, καὶ πατρίδα Βυζάντιον καὶ πατέρα Σώστρατον ἔχειν.” Ὁ μὲν δὴ Κλεινίας ἀνεκρότησε παιανίσας, ὁ δὲ Σώστρατος ὑπὸ χαρᾶς κατέπεσεν, ἐγὼ δὲ ἐξάλλομαι μετὰ τῶν δεσμῶν εἰς ἀέρα, καὶ ἐπὶ τὸ ἱερὸν ὡς ἀπὸ μηχανῆς βληθεὶς ἐπετόμην· οἱ δὲ φυλάσσοντες ἐδίωκον, νομίζοντες ἀποδιδράσκειν, καὶ ἐβόων τοῖς ἐντυγχάνουσι λαβέσθαι. Ἀλλ’ εἶχον οἱ πόδες μου τότε πτερά. Μόλις οὖν τινες μαινομένου μου πρὸς τὸν δρόμον λαμβάνονται, καὶ οἱ φύλακες ἅμα παρῆσαν καὶ ἐπεχείρουν με τύπτειν· ἐγὼ δὲ ἤδη θαρρῶν ἠμυνόμην, οἱ δὲ εἷλκόν με εἰς τὸ δεσμωτήριον.