Ancient Greek · ~5 min
Book 7, Chapter 6
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.6
Not analysed yet
Μεταξὺ δέ μου θρηνοῦντος Κλεινίας εἰσέρχεται, καὶ καταλέγω τὸ πᾶν αὐτῷ καὶ ὅτι μοι δέδοκται πάντως ἀποθανεῖν· ὁ δὲ παρεμυθεῖτο. “Τίς γὰρ οἶδεν εἰ ζῇ πάλιν; Μὴ γὰρ οὐ πολλάκις τέθνηκε; μὴ γὰρ οὐ πολλάκις ἀνεβίω; Τί δὲ προπετῶς ἀποθνήσκεις, ὃ καὶ κατὰ σχολὴν ἔξεστιν, ὅταν μάθῃς σαφῶς τὸν θάνατον αὐτῆς;” “Ληρεῖς· τούτου γὰρ ἀσφαλέστερον πῶς ἂν μάθοις; Δοκῶ δὲ εὑρηκέναι τοῦ θανάτου καλλίστην ὁδόν, δι’ ἧς οὐδὲ ἡ θεοῖς ἐχθρὰ Μελίτη παντάπασιν ἀθῷος ἀπαλλάξεται· ἄκουσον δὲ τὸν τρόπον. Παρεσκευασάμην, ὡς οἶσθα, πρὸς τὴν ἀπολογίαν τῆς μοιχείας, εἰ κληρωθείη τὸ δικαστήριον· νῦν δέ μοι δέδοκται πᾶν τοὐναντίον, καὶ τὴν μοιχείαν ὁμολογεῖν καὶ ὡς ἀλλήλων ἐρῶντες ἐγώ τε καὶ Μελίτη κοινῇ τὴν Λευκίππην ἀνῃρήκαμεν. Οὕτω γὰρ κἀκείνη δίκην δώσει κἀγὼ τὸν ἐπάρατον βίον καταλίποιμ̓ .” “Εὐφήμησον” ὁ Κλεινίας ἔφη· “καὶ τολμήσεις οὕτως ἐπὶ τοῖς αἰσχίστοις ἀποθανεῖν, νομιζόμενος φονεύς, καὶ ταῦτα Λευκίππης;” “Οὐδὲν” εἶπον “αἰσχρόν, ὃ λυπεῖ τὸν ἐχθρόν.” Καὶ ἡμεῖς ἐν τούτοις ἦμεν, τὸν δὲ ἄνθρωπον ἐκεῖνον τὸν μηνυτὴν τοῦ ψευδοῦς φόνου μετὰ μικρὸν ἀπολύει τῶν δεσμῶν, φάσκων τὸν ἄρχοντα κελεῦσαι κομίζειν αὐτὸν δώσοντα λόγον ὧν αἰτίαν ἔσχεν. Ἐμὲ δὲ παρηγόρει Κλεινίας καὶ ὁ Σάτυρος, εἴ πως δύναιντο πεῖσαι, μηδὲν ὧν διενοήθην εἰς τὴν δίκην εἰπεῖν· ἀλλ’ ἐπέραινον οὐδέν. Ἐκείνην μὲν οὖν τὴν ἡμέραν καταγωγήν τινα μισθωσάμενοι μετῳκίσαντο, ὡς ἂν μηκέτι παρὰ τῷ τῆς Μελίτης εἶεν συντρόφῳ.