Ancient Greek · ~2 min
Book 7, Chapter 8
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 7.8
Not analysed yet
Ταῦτα εἰπόντος ἐμοῦ πάντας ἔκπληξις κατέσχε ἐπὶ τῷ παραλόγῳ τοῦ πράγματος, μάλιστα δὲ τὴν Μελίτην. Καὶ οἱ μὲν τοῦ Θερσάνδρου ῥήτορες μεθ̓ ἡδονῆς ἀνεβόησαν ἐπινίκιον, οἱ δὲ τῆς Μελίτης ἀνεπύθοντο τίνα ταῦτα εἴη τὰ λεχθέντα. Ἡ δὲ τὰ μὲν ἐτεθορύβητο, τὰ δὲ ἠρνεῖτο, τὰ δὲ διηγεῖτο σπουδῇ μάλα καὶ σαφῶς, τὴν μὲν Λευκίππην εἰδέναι λέγουσα καὶ ὅσα εἶπον, ἀλλὰ τόν γε φόνον οὔ· ὥστε κἀκείνους διὰ τὸ τὰ πλείω μοι συνᾴδειν ὑπόνοιαν ἔχειν κατὰ τῆς Μελίτης καὶ ἀπορεῖν ὅτῳ χρήσαιντο λόγῳ πρὸς τὴν ἀπολογίαν.