Ancient Greek · ~2 min
Book 8, Chapter 11
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.11.3
Not analysed yet
κλεισθῆναι.” Ἡμεῖς μὲν οὖν εὐθὺς ἐδεξάμεθα τὴν πρόκλησιν· καὶ γὰρ ᾔδειμεν αὐτὴν ἐσομένην· ἡ δὲ Μελίτη θαρρήσασα τῷ παρ’ ὃν ἀπεδήμει χρόνον ὁ Θέρσανδρος μηδέν μοι κοινὸν πρὸς αὐτὴν γεγονέναι πλὴν λόγων “ἀλλὰ καὶ ἔγωγε” ἔφη “ταύτην δέχομαι τὴν πρόκλησιν, καὶ ἔτι πλέον αὐτὴ προστίθημι· τὸ δὲ μέγιστον, οὐδὲ εἶδον τὸ παράπαν οὔτε ξένον οὔτε πολίτην ἥκειν εἰς ὁμιλίαν παρ’ ὃν λέγεις καιρόν σε δεῖ παθεῖν,