Ancient Greek · ~2 min
8.17.1 to 8.17.2
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.17.1-2
Not analysed yet
Λέγει δὴ καὶ ὁ Σώστρατος “ἐπεὶ τοίνυν τοὺς ὑμετέρους μύθους, ὦ παιδία, κατελέξατε, φέρε ἀκούσατε” ἔφη “καὶ παρ’ ἐμοῦ τὰ οἴκοι πραχθέντα περὶ Καλλιγόνην τὴν σήν, ὦ Κλειτοφῶν, ἀδελφήν, ἵνα μὴ ἀσύμβολος ὦ μυθολογίας παντάπασι.” Κἀγὼ ἀκούσας τὸ τῆς ἀδελφῆς ὄνομα πάνυ τὴν γνώμην ἐπεστράφην καὶ “ἄγε, πάτερ” εἶπον “λέγε· μόνον περὶ ζώσης λέγοις.” Ἄρχεται δὴ λέγειν ἃ φθάνω προειρηκὼς ἅπαντα, τὸν Καλλισθένην, τὸν χρησμόν,