Ancient Greek · ~1 min
Book 8, Chapter 17
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.17.4
Not analysed yet
Ἦν δὲ καὶ ὀφθῆναι καλὸς καὶ στωμύλος καὶ πιθανώτατος, καὶ ἐπειδὴ ἧκεν εἰς τὸ Βυζάντιον, συμβόλαιον ποιησάμενος προικὸς μεγίστης καὶ τἆλλα πολυτελῶς παρασκευάσας, ἐσθῆτά τε καὶ χρυσὸν καὶ ὅσα εἰς κόσμον γυναικῶν εὐδαιμόνων, περιεῖπεν εὖ καὶ καλῶς, ἄχραντον τηρῶν, ὡς ἐπηγγείλατο, ὥστε καὶ αὐτὴν ᾑρήκει τὴν κόρην ἤδη.