# τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 8.2.3

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, Book 8, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/achilles-tatius/text/8.2.3

τῆς θεοῦ. Ἐπὶ τὴν Ἄρτεμιν αἱ πληγαί. Καὶ οὐ μέχρι πληγῶν ἡ παροινία, ἀλλὰ καὶ ἐπὶ τῶν προσώπων τις λαμβάνει τραύματα, ὡς ἐν πολέμῳ καὶ μάχῃ, καὶ μεμίανται τὸ ἔδαφος ἀνθρωπίνῳ αἵματι. Τοιαῦτα σπένδει τις θεῷ; Οὐ βάρβαροι ταῦτα καὶ Ταῦροι, καὶ Ἄρτεμις ἡ Σκυθῶν; Οὐ παρ’ ἐκείνοις μόνοις νεὼς οὕτως αἱμάσσεται· τὴν Ἰωνίαν Σκυθίαν πεποίηκας, καὶ ἐν Ἐφέσῳ ῥεῖ τὰ ἐν Ταύροις αἵματα.

---

Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0532.tlg001.local001/.
