Ancient Greek · ~4 min
1.1 to 1.3
Acta Barnabae, Περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου Βαρνάβα τοῦ ἀποστόλου 1.1-3
Not analysed yet
Ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας, τοῦ ἀόκνου καὶ φιλανθρώπου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ διδασκάλου καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ εἶδον ἐγώ, ᾧ καὶ ἐδούλευσα προθύμως, ἀναγκαῖον ᾠήθην ἃ ἤκουσα καὶ εἶδον μυστήρια ἐγὼ Ἰωάννης ἐξηγήσασθαι, συνακολουθῶν Βαρνάβᾳ καὶ Παύλῳ τοῖς ἁγίοις ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν Κυρίλλου τοῦ ἀρχριερέως τοῦ Διός, νῦν δὲ χάριν λαβὼν πνεύματος ἁγίου διὰ Παύλου καὶ Βαρνάβα καὶ Σιλᾶ τῶν ἀξίων τῆς κλήσεως, τῶν καὶ βαπτισάντων με ἐν Εἰκονίῳ. Μετὰ οὖν τὸ βαπτισθῆναί με εἶδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῇ στολῇ περιβεβλημένον, καὶ εἰπέν μοι· θάρσει Ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομασθήσεται Μᾶρκος, καὶ ἡ δόξα σου ἐν ὅλῳ τῷ κόσμῳ κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοὺ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ.