Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1
Acta Barnabae, Περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου Βαρνάβα τοῦ ἀποστόλου 1.14
Not analysed yet
Κατελθόντες δὲ ἐν τῷ αἰγιαλῷ ἐλάλει αὐτοῖς τὸν λόγον τοῦ θεοῦ· καὶ εὐλογήσας αὐτοὺς ἠσπασάμεθα αὐτοὺς καὶ ἀνήχθημεν ἐν τῷ πλοίῳ. ὁ δὲ εἷς αὐτῶν, ὁ ἐπικληθεὶς Στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ εἴασεν ὁ Βαρνάβας. διαπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν Κύπρῳ διὰ νυκτός, καὶ ἐλθόντες ἐν τῷ λεγομένῳ Κρομμυακίτῃ εὕρομεν Τίμωνα καὶ Ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν.