Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1
Acta Barnabae, Περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου Βαρνάβα τοῦ ἀποστόλου 1.16
Not analysed yet
Γενομένων δὲ ἡμῶν ἐν Λαπίθῳ, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῷ θεάτρῳ, οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν ἐν τῇ πόλει, ἀλλὰ πρὸς τῇ πύλῃ ἀνεψύξαμεν μικρόν· Τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ἦλθεν σὺν ἡμῖν. ἐξελθόντες δὲ τῆς Λαπίθου διὰ τῶν ὀρέων ὡδεύσαμεν, καὶ ἤλθομεν εἰς πόλιν Λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν καὶ Τίμων· πρὸς ὃν εὑρόντες καὶ Ἡράκλειον ὄντα ἐκεῖ ἐξενίσθημεν παρ᾽ αὐτῷ.